1. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ᾿ αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ ἀποσκοπεύσω καὶ γνώσομαι, τί ὀφθήσεται, καὶ τί λαληθήσεταί μοι. Καὶ ἔστην, καὶ ἀπεσκόπευσα· καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν, καὶ οὗτος ὑψηλὸς σφόδρα· καὶ ἡ ὅρασις αὐτοῦ, ὡς ὅρασις ἀγγέλου· καὶ ἡ στολὴ αὐτοῦ, ὡς φέγγος ἀστραπῆς διερχομένης· καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ κατ᾿ ἀνατολὰς, καὶ ἐβόησε φωνῇ μεγάλῃ. Φωνὴ αὐτοῦ, ὡς φωνὴ σάλπιγγος· καὶ κύκλῳ αὐτοῦ, ὡς πλῆθος οὐρανίου στρατιᾶς, καὶ εἶπε· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος. Χριστὸς ἐκ νεκρῶν, συνεγείρεσθε· Χριστὸς εἰς ἑαυτὸν, ἐπανέρχεσθε· Χριστὸς ἐκ τάφων, ἐλευθερώθητε τῶν δεσμῶν τῆς ἁμαρτίας. Πύλαι ᾅδου ἀνοίγονται, καὶ θάνατος καταλύεται, καὶ ὁ παλαιὸς Ἀδὰμ ἀποτίθεται, καὶ ὁ νέος συμπληροῦται· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε. Ταῦτα ὁ μὲν ἔλεγεν· οἱ δὲ ἀνύμνουν, ὅπερ καὶ πρότερον, ἡνίκα ἡμῖν ἐπεφάνη Χριστὸς διὰ τῆς κάτω γεννήσεως, τὸ, δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Μεθ᾿ ὧν καὶ αὐτὸς ἐν ὑμῖν ταῦτα φθέγγομαι· εἴη δὲ καὶ φωνὴν λαβεῖν τῆς ἀγγελικῆς ἀξίαν, καὶ πάντα περιηχοῦσαν τὰ πέρατα.
2. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχομένας, ἀλλ᾿ ἤδη καὶ τὰς αὐτοῦ Χριστοῦ καὶ ἐπ᾿ αὐτῷ τελουμένας, ὅσον ἀστέρας ἥλιος. Καλὴ μὲν καὶ ἡ χθὲς ἡμῖν λαμπροφορία καὶ φωταγωγία, ἣν ἰδίᾳ τε καὶ δημοσίᾳ συνεστησάμεθα, πᾶν γένος ἀνθρώπων μικροῦ καὶ ἀξία πᾶσα, δαψιλεῖ τῷ πυρὶ τὴν νύκτα καταφωτίζοντες, καὶ τοῦ μεγάλου φωτὸς ἀντίτυπος, ὅσον τε οὐρανὸς ἄνωθεν φρυκτωρεῖ, κόσμον ὅλον αὐγάζων τοῖς παρ᾿ ἑαυτοῦ κάλλεσι, καὶ ὅσον ὑπερουράνιον, ἔν τε ἀγγέλοις τῇ πρώτῃ φωτεινῇ φύσει μετὰ τὴν πρώτην, τῷ ἐκεῖθεν πηγάζεσθαι, καὶ ὅσον ἐν τῇ Τριάδι, παρ᾿ ἧς φῶς ἅπαν συνέστηκεν, ἐξ ἀμερίστου φωτὸς μεριζόμενον καὶ τιμώμενον. Καλλίων δὲ ἡ σήμερον, καὶ περιφανεστέρα. Ὅσῳ χθὲς μὲν πρόδρομον ἦν τοῦ μεγάλου φωτὸς ἀνισταμένου τὸ φῶς, καὶ οἷον εὐφροσύνη τις προεόρτιος. Σήμερον δὲ τὴν ἀνάστασιν αὐτὴν ἑορτάζομεν, οὐκ ἔτι ἐλπιζομένην, ἀλλ᾿ ἤδη γεγενημένην, καὶ κόσμον ὅλον ἑαυτῇ συνάγουσαν. Ἄλλος μὲν οὖν ἄλλο τι τῷ καιρῷ καρποφορείτω, καὶ δωροφορείτω δῶρον ἑόρτιον, ἢ μικρὸν, ἢ μεῖζον, τῶν πνευματικῶν τε καὶ Θεῷ φίλων, ὅπως ἂν ἕκαστος ἔχῃ δυνάμεως. Τῆς γὰρ ἀξίας, μόλις ἂν καὶ ἄγγελοι τύχοιεν, οἱ πρῶτοι, καὶ νοεροὶ, καὶ καθαροὶ, καὶ τῆς ἄνω δόξης ἐπόπται καὶ μάρτυρες· εἴπερ καὶ τούτοις τὸ πᾶν ἐφικτὸν τῆς ὑμνήσεως. Ἡμεῖς δὲ λόγον εἰσοίσομεν, ὧν ἔχομεν τὸ κάλλιστόν τε καὶ τιμιώτατον, ἄλλως τε καὶ Λόγον ὑμνοῦντες, ἐπ᾿ εὐεργεσίᾳ τῆς λογικῆς φύσεως. Ἄρξομαι δὲ ἐντεῦθεν. Οὐδὲ γὰρ ἀνέχομαι, τοὺς περὶ τοῦ μεγάλου θύματος καὶ τῆς μεγίστης ἡμερῶν θύων λόγους, μὴ πρὸς Θεὸν ἀναδραμεῖν, κἀκεῖθεν ποιήσασθαι τὴν ἀρχήν. Καί μοι καθήρασθε καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα (ἐπειδὴ περὶ Θεοῦ καὶ θεῖος ὁ λόγο)ς, ἵν᾿ ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος, ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.
3. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ᾿ ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν, καὶ χρόνου, καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τούτῳ λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ᾿ αὐτὸν, ἀλλ᾿ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον, καὶ πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν, ἀστραπῆς τάχος οὐχ ἱσταμένης· ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον)· τῷ δὲ ἀλήπτῳ, θαυμάζηται· θαυμαζόμενον δὲ, ποθῆται πλέον· ποθούμενον δὲ, καθαίρῃ· καθαῖρον δὲ, θεοειδεῖς ἐργάζηται· τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλῇ (τολμᾷ τι νεανικὸν ὁ λόγο)ς· Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος· καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὂν ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ, ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, τὸ εἶναι μόνον συνθέτοις.
4. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὸν κάτω, καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ᾿ ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀιδίοις αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ᾿ οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἣ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἁμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἂ καὶ τοῖς σεραφὶμ συγκαταλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὅπερ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.






