Γρηγορίου Θεολόγου, Περί της ανθρωπίνης φύσεως Γρηγόριος Ναζιανζηνos
-
-
- Περὶ τῆς ἀνθρωπίνης φύσεως.
-
- Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ᾽ ἄλλων
- Ἥμην ἐν σκιερῶι ἄλσεϊ, θυμὸν ἔδων.
- Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν,
- Αὐτὸς ἐμῶι θυμῶι προσλαλέειν ἀκέων.
- 5 Αὖραι δ᾽ ἐψιθύριζον ἅμ᾽ ὀρνιθέεσσιν ἀοιδοῖς,
- Καλὸν ἀπ᾽ ἀκρεμόνων κῶμα χαριζόμεναι,
- Καὶ μάλα περ θυμῶι κεκαφηότι. Οἱ δ᾽ ἀπὸ δένδρων
- Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι,
- Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος.
- 10 Πὰρ δ᾽ ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας,
- Ἦκα ῥέον δροσεροῖο δι᾽ ἄλσεος. Αὐτὰρ ἔγωγε
- Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην.
- Τῶν μὲν ἄρ᾽ οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῆι
- Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν.
- 15 Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο,
- Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων·
- Τίς γενόμην, τίς δ᾽ εἰμὶ, τί δ᾽ ἔσσομαι; Οὐ σάφα οἶδα.
- Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην.
- Ἀλλ᾽ αὐτὸς νεφέληι κεκαλυμμένος ἔνθα καὶ ἔνθα,
- 20 Πλάζομαι οὐδὲν ἔχων, οὐδ᾽ ὄναρ, ὧν ποθέω.
- Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης
- Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη.
- Κεῖνος δ᾽ ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων
- Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον. Εἰμί.
- 25 Φράζε τί τοῦτο; Τὸ μὲν παρέθρεξεν ἐμεῖο·
- Ἄλλο δὲ νῦν τελέθω, ἄλλ᾽ ἔσομ᾽, εἴ γ᾽ ἔσομαι.
- Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο
- Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων.
- Τίπτε με τῶνδ᾽ ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον.
- 30 Καὶ νῦν τῆιδε μένων, δέρκεο μή σε φύγω.
- Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις
- Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος.
- Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ᾽ ἐδέξατο μήτηρ,
- Ξυνὸν δ᾽ ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας
- 35 Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο,
- Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον.
- Δὶς ταφέες, ζώοντες ἐπὶ φθορᾶι. Ἣν γὰρ ὁδεύω
- Ζωὴν, τήνδ᾽ ὁρόω τῶν ἐτέων δαπάνην,
- Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι
- 40 Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις,
- Φράζεο μὴ ζωὴ μὲν ἔχηι μόρον, ἡ δὲ τελευτὴ
- Ζωή σοί γε πέληι, ἔμπαλιν ἣ δοκέεις.
- Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός;
- Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον,
- 45 Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων
- Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ,
- Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον
- Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω!
- Χώρην μέν τιν᾽ ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην,
- 50 Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων·
- Θνητῶν δ᾽ οὔ ποτέ τις τόδ᾽ ἐπεύξατο, ὡς ἀδάμαστος
- Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων.
- Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ,
- Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος.
- 55 Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ᾽ ἐνόησα,
- Τῶν δ᾽ ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους,
- Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν
- Γεῦσίς τ᾽ οὐλομένη, καὶ φθόνος ἀντιπάλου.
- Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι
- 60 Ἐχθρῶι, καὶ πολέμωι οὔποτε λυομένωι,
- Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα!
- Θαῦμα μέγ᾽, εἴ ποτ᾽ ἐμοί γ᾽ ὕστατον εὐμενέοις.
- Ψυχὴ, σοὶ δ᾽ ἄρ᾽ ἔπειτα λελέξεται ὅσσ᾽ ἐπέοικε.
- Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον
- 65 Θήκατο, καὶ στυγερῆισι πέδαις ἐνέδησε βίοιο,
- Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης
- Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη;
- Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως.
- Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες,
- 70 Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης!
- Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην·
- Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην.
- Ῥεῦσις γάρ μ᾽ ἐφύτευσεν, ὁ δ᾽ ἔφθιτο· νῦν βροτός· αὖθις
- Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι.
- 75 Εἰ δὲ σύ γ᾽ οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον.
- Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις,
- Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε
- Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ᾽ ὀλίγον.
- Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ
- 80 Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη.
- Πῶς δ᾽ ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνηι,
- Καί περ ἐπουρανίωι Πνεύματι κιρναμένη;
- Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις,
- Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης!
- 85 Εἰ δ᾽ οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος,
- Μή ποτε μαψιδίωι κύδεϊ φυσιόω. Πλάσμα
- Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ,
- Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος,
- Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα
- 90 Χριστὸς ἑὴν μορφὴν ἡμετέρηι κεράσας,
- Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι,
- Καί με θεὸν τελέσηι εἴδεϊ τῶι βροτέωι.
- Ἀλλ᾽ ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον
- Αὐτοφόνωι μανίηι σπεύδομεν, ὥστε σύες
- 95 Τίπτ᾽ ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ᾽ ἄρα καὶ τοῦ
- Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη.
- Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ᾽ οὐ πλέον ἐστὶ κακοῖσιν;
- Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων!
- Κεῖμ᾽ ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε·
- 100 Τέτρυμ᾽ ἠματίαις φροντίσι καὶ νυχίαις.
- Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω,
- Λάξ τ᾽ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε,
- Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας,
- Δαίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων.
- 105 Μῦθος ἅπαντα κακοῖσι, τὸ δ᾽ ἐν ποσὶ μοῦνον ἄριστον·
- Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη.
- Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν᾽ ἄτιτα,
- Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾶιν.
- Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε᾽ ἀείδειν;
- 110 Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος.
- Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται.
- Ὧραι δ᾽ ἀλλήλαις εἶξαν ἐπεσσύμεναι.
- Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ᾽ ἤχλυσεν ἠέρα χεῖμα.
- Ἄστρασιν ἠέλιος, ἠελίωι δὲ νέφος
- 115 Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη·
- Αὐτὰρ ὅγ᾽ ἡμιφανὴς οὐρανὸς ἀστερόεις
- Καὶ σύ ποτ᾽ ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι,
- Βάσκανε, νῦν δ᾽ ἔπεσες αἶσχος ἀπ᾽ οὐρανίων
- Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν
- 120 Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων.
- Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα
- Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ᾽ ἐπεσβολίαις.
- Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα;
- Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγωι.
- 125 Οὐδέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ὠιδῆς
- Ἵσταμαι· ἡμετέρης τοῦτ᾽ ὀλιγοφρενίης.
- Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις,
- Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος.
- Ὥς μοι ταῦτ᾽ ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν.
- 130 Ὀψὲ δ᾽ ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ᾽ ἔβην,
- Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ᾽ αὖτε
- Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου